22 Νοε 2009

ΒΙΟΣ ΟΣΙΟΥ ΣΤΥΛΙΑΝΟΥ



Βίος Ὁσίου Στυλιανοῦ

κατὰ τὸ Συναξάριο τῆς Κωνσταντινουπόλεως (9ος - 10ος αἰών) Hippolyte Delehaye, Βρυξέλλες 1902

Τῆ αὐτῆ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος. Οὗτος ἐκ μήτρας ἁγιασθεὶς καὶ τῷ Θεῷ καθιερωθείς, γέγονε τοῦ ἁγίου Πνεύματος οἰκητήριον. Τὸν γὰρ προσόντα αὐτῷ πλοῦτον σκορπίσας τοῖς πένησιν καὶ τὸν μοναστὴν ὑποδὺς βίον καὶ τοῖς τῶν ἀσκητῶν χοροῖς συναριθμηθείς, πάντας ὑπερέβαλεν ἀσκήσει ἐπιπόνῳ καὶ σκληραγωγίᾳ• εἴθ' οὕτως τὴν ἔρημον κατάλαβε καὶ σπήλαιον ὑποδὺς ὑπὸ θείου ἀγγέλου τροφὴν ἐδέξατο καὶ τὰ σκιρτήματα τῆς σαρκὸς καταμαράνας τῶν ἰαμάτων τὴν χάριν παρὰ Χριστοῦ ἐδέξατο ποικίλων καὶ ἀνιάτων παθῶν ἰατρὸς γενόμενος μέγιστος, στειρευούσας καὶ ἀτεκνούσας γυναῖκας εὐτεκνούσας ὑποδεικνύων. Ἠνίκα γὰρ ὁ φθοροποιὸς θάνατος τὰ βρέφη πολλάκις διαλυμαίνεται καὶ ἀτεκνούσας τὰς κυούσας ἀποτελεῖ, τὸ τοῦ ἁγίου ὄνομα αἱ μητέρες ἐπικαλούμεναι καὶ τὸ τίμιον αὐτοῦ χρωματουργοῦνται καὶ θεῖον εἰκόνισμα, πρὸς τεκνογονίαν αὖθις ταῖς αὐτοῦ πρεσβείαις μετασκευάζονται καὶ εὐτεκνοῦσαι αἱ πρὶν ἀπαιδίᾳ τρυχόμεναι ἀποδείκνυνται. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον ἐν τῆ τῶν Παφλαγόνων χώρᾳ, ἐξ ἧς καὶ αὐτὸς ὁρμᾶται, κατάκειται, ἰάσεις πολλὰς καὶ θαυματουργίας ἀποτελοῦν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου